Ancient Greek · ~2 min
7.40 to 7.45
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.40-45
Not analysed yet
Οὐ πατρικὰ αὐλεῖ μέλη: ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς πατράσι βιούντων. Οὐ φελλίνας ὁ ἀγών: οἷον, οὐ στεφανίτης, ἀλλὰ χρηματίτης. Ἔλεγον δὲ ἐπὶ τῶν ἀργύριον τελούντων. Πάντα κινήσω πέτρον: ὁμοία τῇ, Πάντα λίθον κινήσω. Ἐπὶ οὖν τῶν πάντα τρόπον ἐπινοούντων ὥστς ποιῆσαι ὃ βούλονται ἡ παροιμία λέγεται. Παρὰ κωφῷ ἀποπέρδειν: Παρεξηνλημένος τὸν νοῦν: οἷον, ἀμυδρὸν, ἢ ὑπὸ γήρως διεφθορότα ἔχων τὸν νοῦν. Πρεσβύτερος Κόδρου: ἐπὶ τῶν παλάων καὶ πολυχρονίων.