Ancient Greek · ~2 min
Centuria 7
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.46
Not analysed yet
Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: Ἀγκαῖος ἄμπελον φυτεύων βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ γεύσασθαι αὐτὸν τῆς ἀμπέλου. Ἐπεὶ οὖν ὁ καρπὸς ἐπεφθάκει, τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ προςφέρειν τὴν κύλικα τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ στίχου. Καὶ τούτων λεγομένων, ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὗς τὴν χώραν λυμαίνεται· ὁ δὲ ὁρμήσας ἀνῃρέθη.