Ancient Greek · ~7 min
7.47 to 7.73
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.47-73
Not analysed yet
Πατρόκλειος πρόφασις: ἐπὶ τῶν μὴ δυναμένων διὰ φόβον θρηνεῖν τὰς οἰκείας συμφορὰς, ἐξ ἑτέρων δὲ θλίψεων αὐτὰς ἀποκλαιόντων. Πᾶσα γῇ πατρίς: Πεύκης τρόπον: κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυ μένων. Παρόσον ἡ πεύκη κοπεῖσα οὐ φύει. Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων. Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων. Προμέρου κύνες: τοῦτόν φασιν οἰκέτην ὄντα βασιλικὸν μισῆσαι καθ’ ὑπερβολὴν τῶν τραγῳδιῶν τὸν ποιητὴν Εὐριπίδην, ἐπαφεῖναί τε αὐτῷ κύνας ἀγρίους, οἵ τοῦτον κατεθοινήσαντο. Πτολεμαῒς ἡ δίκη: πρεσβύτις ἦν αὕτη, ἕως ἀπέθανε δίκας λέγουσα καὶ μήποτε ἀπαλλαγῆναι βουλομένηῃ τῶν δικῶν. Πρὸς κώρυκον γυμνάζεσθαι: ἐπὶ τῶν διακενῆς μοχθούντων. Πρόκριδος ἄκοντα: ἐπὶ τῶν πάντα νικώντων. Τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐνίκα. Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Ὁμοία τῇ, Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δῶμα γελᾷ. Καὶ, Ἅλμην τί κυκᾷς, πρὶν τοὺς ἰχθύας ἕλῃς; Πρότερον χελώνη παραδραμεῖται δασύποδα: ἐπὶ τῶν ἀδυνάτων. Προβάτων οὐδὲν ὄφελος, ἐὰν ποιμὴν ἀπῇ: ἐπὶ τοῦ ἀναγκαίου. Πράγματ’ ἐξ ἀπραξίας: ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων. Πρὸς κενὴν ψάλλεις: ἐπὶ τῶν μάτην πονούντων. Πρίν κε δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητον, ὁ μὲν ἐκ πελάγους, ὁ δ’ ἐκ χέρσου: ἐπὶ τοῦ ἀδυνάτου καὶ ἀνομοίου. Προβάλλοντες κυσὶν ἄρνας: ἐπὶ τῶν τοὺς ἀπράγμονας παραδιδόντων συκοφάνταις. Πρίν κε λύκος ὄϊν ποιμάνῃ: ἐπὶ τοῦ ἀδυνάτου. Πραότερος περιστερᾶς: ἐπὶ τῶν ἐπιεικῶν. Πρὸς Κᾶρα καρίζεις: ὡς καὶ τὸ, Πρὸς Κρῆτα κρητίζεις. Καὶ, Μεγαρικὰ δάκρυα. Πρὸς σῆμα μητρυιᾶς κλαίεεν: ἐπὶ τῶν προςποιουμένων κλαίειν ἀφροντίστως τε κλαιόντων. Πόντον σπείρειν: ἐπὶ τῶν μάτην πονούντων. Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγει: ἐπὶ τῶν ματαιοπονούντων ἢ ματαιολογούντων, Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶν. Ποταμὸς τὰ πόῤῥω ποτίζων, τὰ δ’ ἔγγιον καταλείπει: ἐπὶ τῶν τοὺς ξένους εὐεργετούντων, τῶν οἰκείων δὲ ἀμελούντων. Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων. Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτοὺς οἷς βούλονται.