Ancient Greek · ~1 min
7.96 to 7.100
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 7.96-100
Not analysed yet
Ῥόδιοι τὴν θυσίαν; ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων. Ῥιγοῖ κακῶς ἀριστήσας: ἐπὶ τῶν [προφασιζομένων καὶ] μετὰ τὴν ἀνά[παυσιν] οὐχ ἡδέως ἐρχομένων ἐπὶ τὰ ἔργα. Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. Ῥαδαμάνθνος κρίσις: ἐπὶ τῶν ἐπὶ δικαίοις μαρτυρουμένων. Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· παρόσον ταῖς ῥαχίαις ἐπιβάλλοντα τὰ κύματα. ψόφον ποιεῖ. Ῥήματα ἀντὶ ἀλφίτων: ἐπὶ τοῦ προϊεμένου φωνὰς μόνας.