Ancient Greek · ~7 min
8.1 to 8.28
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 8.1-28
Not analysed yet
Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων. Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν: ἐπὶ τῶν μεταμελουμένων περί τι καὶ μὴ δυναμένων τι ἀνύσαι. Ῥωπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν καὶ πολλοῦ πιπρασκομένων. Ῥοδίων χρησμός: ἐπὶ τῶν περιεργότερον πυνθανομένων. Ῥόδιοι γὰρ τῇ Ἀθηνᾷ ἔθυον. Οὐκ ἦν δὲ αὐτοῖς ἀμίδας εἰςφέρειν ἔθος. Ἠρώτησαν οὖν, εἰ τοῦτο δέοι ποιῆσαι. Συγκατένευσεν. Ἀνεπυνθάνοντο πάλιν, χαλκῆν ἢ ὀστρακίνην; ἀπεφήνατο, οὐδετέραν. Σαρδώνιος γέλως: ἐπὶ τῶν μὴ ἐκ χαιρούσης ψυχῆς γελώντων. Σικελὸς στρατιώτης: ξένοις ἐχρῶντο ἀεί. Σικελικὴ τράπεζα: ἐπὶ τῶν ἄγαν τρυφηλῶν. Σκορπιὸν ὀκτάπουν ἀνεγείρεις: οἷον, ἱκανὸν ἀμύνασθαι εἰς πληγὴν παροξύνεις. Σῦκον αἰτεῖς: ἐπὶ τῶν κολακευόντων. Ἀθηναῖοι γὰρ ἐκολάκευον τοὺς γεωργούς· οἱ δὲ πρὸς τούτους ἔλεγον ταῦτα. Συβαρῖται διὰ πλατείας: ἐπὶ τῶν σοβαρῶς πορευομένων. Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει: χρησμόν τις ἔλαβε, Τὴν χεῖρα προςφέροντα τὸν θεὸν καλεῖν. Συστομώτερος σκάφης: ἐπὶ τῶν ἀπαῤῥησιάστων· ἀπὸ τῶν τὰς σκάφας μεταφερόντων ἐν ταῖς πομπαῖς. Σχῖνον διατρώγειν: ἐπὶ τῶν καλλωφιζόντων ἑαυτούς· οἱ γὰρ τοιοῦτοι εἰώθασι σχῖνον διατρώγειν, ἕνεκα τοῦ λευκοὺς ὀδόντας ἔχειν. Παρὸ καὶ τοὺς τοιούτους Σχινοτρώκτας ἐκάλουν. Στύππινον γερόντιον: ἀσθενές. Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ εὐτελῆ κλεπτόντων. Σπάρταν ἔλαχες, κείναν κόσμει: δῆλον. Σπιθαμὴ τοῦ βίου: τὸ ἐλάχιστον. Συνῆλθον ἀτταγᾶς καὶ νουμήνιος: ἐπὶ δύο κλεπτῶν τοῦτο. Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη διαβάλλονται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας εἰσί. Σκάνδιξ: λάχανον ἄγριον. Διὸ καὶ σκανδοπώλης ὁ Εὐριπίδης. Τὰ ἐκ τρίποδος: ἐπὶ τῶν ἀληθῶς λεγομένων. Τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ἀνδρὶ παρείη: ἐπὶ τῶν ταῖς εὐτυχίαις ἐπαιρομένων. Ταντάλου τάλαντον: διαβόητος ἐπὶ πλούτῳ. Τερμέρια κακά: τὰ μεγάλα. Τυφλότερος ἀσπάλακος: φασὶν αὐτὸν τυφλω θῆναι διὰ τὸ φθείρειν τὴν γῆν. Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν. Τὸ Πάρνου σκαφίδιον: ἐπὶ τῶν μικρὰ ζητούντων. Πάρνος γάρ τις τὴν σκάφην ἀπολέσας συνεχῶς ἠνώχλει τῷ δήμῳ. Τὸ Ἐπιμενίδειον δέρμα: ἐπὶ τῶν ἀποθέτων. Κατέκειτο γὰρ παρὰ τῇ Λακεδαίμονι τοῦτο.