Ancient Greek · ~3 min
8.69 to 8.75
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 8.69-75
Not analysed yet
Χθόνια λουτρά: τὰ τῶν νεκρῶν. Χαῖρε φίλον φῶς: γραῦς ἐθέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥακίωσιν τοῦ σώματος ἐλέγχῃ τοῦτο εἶπε. Ψεκάς: ἡ δρόσος. Οὕτως ἐκαλεῖτο Ἀντίμαχος πτυελώδης ὤν. Οὗτος δὲ μελῶν ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο, διότι προςέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. Ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος. Ὡι τὸ ἱερὸν πῦρ οὐκ ἔστι φυσῆσαι ὡς μὴ καθαρεύοντι: Ὥςπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι: λέγεται ἐπὶ τούτων, οἳ τοῖς ἑαυτῶν ἔργοις ἢ τέχνῃ χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἐν ὅπλοις ὄντες ἐξενίζοντο. Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.