Ancient Greek · ~8 min
8.49 to 8.68
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 8.49-68
Not analysed yet
Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας: Ἀρταφέρνου τοῦτο τοῦ Περσῶν βασιλέως. Καὶ γὰρ Ἱστιαῖον οὗτος ἠτιᾶτο τῆς Ἰώνων ἀποστασίας, ὁ δὲ ἠρνεῖτο, καὶ εἰς Ἀρισταγόραν μετέφερε τὴν αἰτίαν· οὗ τὸ δόλιον ἀνακαλύπτων ὁ σατράπης, εἰς αὐτὸν τοῦτο εἶπε. Λέγεται δὲ ἐπὶ τῶν τὰ ἑαυτῶν ἐγκλήματα ἄλλοις πανούργως προςαπτόντων. Τἄλλα φιλώμεθα, τἄλλα μὲν ἀγαπώμεθα: κατὰ τοῦτο, Οὐ συμφημὶ οὐδὲ συναινῶ. Τέλος ὅρα βίου: τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε Κροίσῳ. Τί πρὸς τὸν Ἑρμῆν: ἀντὶ τοῦ, πρὸς τὸν λόγον. Τὸν Μίδα πλοῦτον, καὶ Κροίσου, καὶ Κυνήρου: ἐν ὑπερβολῇ ταῦτα. Τὸ οὐ Φιλοξένου: ἐπὶ τῶν πολλάκις ἀρνουμένων· Φιλόξενος †γὰρ Διονύσιον καλῶν, οὐδὲν ἄλλο ἀπεκρίνατο οὗτος, εἰ μὴ οὐ οὐ. Τῷ θρίῳ τὴν ἐγχέλυν: θρίον, τὸ φύλλον τῆς συκῆς· τραχὺ γάρ ἐστιν, αἱ δὲ ἐγχέλυς ὀλισθηραί· πρὸς τὸ λαμβάνειν οὖν αὐτὰς κατάλληλον δοκεῖ. Τὴν θύραν ἔχει τετριμμένην ὥςπερ αἱ ποῖμναι: ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροςπελάστου. Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἐπισφαλῶς νοσούντων. Καὶ γὰρ εἰώθαμεν στεφανοῦν σελίνοις τὰ μνήματα. Τενέδιος πέλεκυς: ἐπὶ τῶν πικρῶς ἢ μᾶλλον συντόμως ἀποκοπτόντων τὰς ζητήσεις, ἢ καὶ τἄλλα πράγματα. Ἢ ἐπὶ τῶν ὠμῶν νόμων. Νόμον γάρ τις ἔταξε παρ’ αὐτοῖς, τὸν καταλαβόντα μοιχὸν πελέκει κόπτειν. Ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει: ἐπὶ τῶν κακοηθῶν λέγεται. Ὗς ἐκώμασεν: ἐπὶ τῶν ἀσέμνως τι ποιούντων, καὶ παρ’ ἀξίαν ἐπαιρομένων ἐπί τισιν εὐπραγίαις. Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀδυνάτων. Ὑπὲρ τὰ Καλλικράτους: πλούσιος οὗτος ἦν ἐν Κορίνθῳ. Εἴποτε οὖν ἐθαύμαζόν τινα ἐπὶ πλούτῳ, τοῦτο ἔλεγον. Ὑπερβερεταῖος: ἐπὶ τῶν ὑπερχρονίων· ὁ γὰρ τελευταῖος μήν ἐστιν οὗτος. Ὗς ὀρίνει: ἐπὶ τῶν βιαίων λέγεται καὶ ἐριστικῶν. Φαλάριδος ἀρχαί: ἐπὶ τῶν ὠμῶς τῇ ἐξουσίᾳ χρωμένων. Φώκου ἔρανος: ἐπὶ τῶν εὐωχίας συνταττόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, ἀνεβάλλετο τὸν γάμον· ἐφ’ ᾧ ὀργισθέντες οἱ μνηστῆρες, ἀπέκτειναν αὐτόν. Φοινίκων συνθήκαι: ἐπὶ τῶν πανούργων. Χάρωνος θύρα: δι’ ἧς οἱ κατάδικοι ἐπὶ τὸ θανεῖν ἐξήρχοντο.