Ancient Greek
10 to 11
DIONYSIUS ARGIVUS, Fragmenta 10-11
Not analysed yet
Κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος. Ὅθεν περ καὶ Ὁμηρίδαι] Οἱ δὲ (φασὶν) ὅτι κατὰ μέρη πρότερον τῆς ποιήσεως διαδιδομένης, τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε· τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου, προσαγορευθῆναι τότε μὲν ἀρνῳδοὺς, αὖθις δὲ ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης, τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπασαν ποίησιν ἐπιόντας ῥαψῳδοὺς προσαγορευθῆναι. Ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος.