Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..1-ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..49
Dionysius Calliphontis, Dionysii Calliphontis filii Descriptio Graeciae ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..1-49
Not analysed yet
Διὰ παντὸς, ὦ Θεόφραστε, καθάπερ οἶσθα σύ,
ἴδιόν τι πλάττων, κοὐχὶ τὸν ἑτέρων πόνον,
ὅπερ ἐνιοι ποιοῦσʼ ἐμαυτοῦ τιθέμενος
νῦν ἱστόρηκα τὴν ἅπασαν Ἑλλάδα,
ὑποταττομένας ταύτη δὲ τὰς ἑξῆς πόλεις,
στοιχεῖον οὐκ ἄμουσον ἅμα θʼ Ἑλληνικόν
ἱκανήν τε παρέχον διατριβὴν τοῖς δυναμένοις
ὀρθῶς συνιδεῖν ἕκαστα. Τὰ γὰρ ἐν πλείοσιν
ὑπὸ τῶν παλαιῶν συγγραφέων εἰρημένα,
ταῦτʼ ἐμμέτρως ῥηθήσετ᾿ ἐν βραχεῖ χρόνῳ,
ὅπερ ἐστὶν ἱκανῶς δύναμιν ἰσχυρὰν ἔχον·
ὑπολαμβάνω γὰρ ἀσφαλῶς ἡμῖν ἔχειν
κεῖσθαί τε τὰς μάλιστα διασήμους πόλεις,
ἄλση, ποταμοὺς, νήσους τε τοὺς διάπλους τε καί
λιμένας, ἅ τʼ ἐκτὶν ἐν Πελοποννήσῳ γένη
λεγόμενα χὡμοροῦντ᾿ ἑαυτοῖς κατὰ τόπους,
ἵνα μηδὲ ἕν σε τὸ σύνολον διαλανθάνῃ,
φανερῶς ἑκάστων ὁμολόγως τε κειμένων,
ὥστ᾿ ἀναλαβόντα καὶ διὰ μνήμης ἔχειν
νωθρὰν γὰρ οὐχ εὕροις ἂν, ἀλλʼ ἐσπευσμένην
τὴν πραγματείαν· διὸ σεαυτὸν μὴ βραδύν
ὁλοσχερῶς ἐπὶ ταῦτα δοὺς καὶ σπουδάσας
συμφιλομάθησον, καθάπερ εἴωθας ποιεῖν.
Τῆς Ἑλλέδος ἐστὶν Ἀμβρακία πρώτη πόλις.
Αὕτη δʼ ἀποικία λέγεται Κορινθίων
εἶναι. Κατὰ τὸν κόλπον δὲ τὸν καλούμενον
Ἀμβρακικὸν ᾤκισται μέση, σταδίους δʼ ἔχει
ἀπὸ τῆς θαλάττης δγδοήκοντʼ. ἐπιφανὲς δʼ
ἱερὸν Ἀθηνᾶς ἐστ᾿ ἐν αὐτῇ καὶ λιμήν
κλειστός. Καλεῖται Δρυοπὶς ἡ χώρα δʼ ὅλη.
Ἡ δʼ Ἑλλὰς ἀπὸ τῆς Ἀμβρακίας εἶναι δοκεῖ
μάλιστα συνεχῆς· τὸ πέρας αὐτῆς δʼ ἔρχεται
ἐπὶ τὸν ποταμὸν Πηνειὸν, ὡς Φιλέας γράφει,
ὄρος τε Μαγνήτων Ὁμόλην κεκλημένον.
Τινὲς δὲ τὴν Μαγνησίαν τῆς Ἑλλέδος
λέγουσιν εἶναι, τὸν δὲ Φιλέαν ἀγνοεῖν
ἀποχωρίσαντα, τεῦτο δʼ εἶναι συμφανές
τοῖς φιλομαθεῖν μάλιστα φιλοτιμουμένοις.
Πλὴν ἐπὶ τὰ λοιπὰ τοῦ λόγου προβήσομαι.
Ἀπʼ Ἀμβρακίας εἰς Θετταλίαν τριῶν ὁδός
ἔσθʼ ἡμερῶν. Ἔχει δὲ ποταμὸν λεγόμενον
Ἄρατθον εἰς θάλατταν ἐξιόντα, καί
ὄρος πρόσεστιν ἱερὸν ἐπικεκλημένον.
Σταδίων δʼ ὁ παράπλους ἐστὶν ἑκατὸν εἴκοσιν.
Εἶτα μετὰ ταύτην εἰσʼ Ὀρέσται λεγόμενοι·
εἶτ᾿ Ἀμφιλοχία δʼ ἄργος ἐνταῦθʼ ἔστι τό
Ἀμφιλοχικόν. Μετὰ τοῦτʼ Ἀκαρνᾶνες· πόλεις
οὗτοι δʼ ἔχουσι πλείονας, καὶ Λευκάδα,
ἀφʼ ἧς μέγας ἐστὶ κόλπος εἰς Ἰσθμὸν φέρων.