Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..50-ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..98
Dionysius Calliphontis, Dionysii Calliphontis filii Descriptio Graeciae ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΚΑΛΑΙΦΩΝΤΟΣ ΑΝΑΓΡΑΦΗ ΤΗΕ ΕΛΛΑΔΟΣ..50-98
Not analysed yet
Νῆσοι Κεφαλλήνων δʼ ἐν αὐτῷ κείμεναι·
Ἰθάκη σταδίων ὡς ὀγδοήκοντα, στενή,
ὕψος δʼ ἔχουσα καὶ λιμένας τρεῖς· ἐχομένη
πρὸς ἐκπέραν δʼ οἰκοῦσι τῆς Αἰτωλίας
Ἱερὸν δʼ ὕπεστιν Ἡρακλέους καλούμενον,
ἕτερον δʼ Ἀφροδίτης. Ποταμὸν ἡ χώρα δʼ ἔχει
Ἀχελῷον. Ἡμερῶν δὶ καὶ νυκτῶν δύο
ἔσθʼ ὁ παράπλους αὐτῆς. Ἔχεται δʼ Αἰτωλία,
ἐν ᾗ πόλις Πλευρὼν ὑπόκειται, χἱερόν
ἅγιον Ἀθηνᾶς ἐστιν ὠνομασμένον.
Ἔπειτα Καλυδὼν, εἶτεν αἵ τʼ Ἐχινάδες
νῆσοι ποταμός τʼ Εὔηνος ἐκ Πίνδου ῥέων.
Οὗτοι Δολόπων οἰκοῦσι πρὸς μεσημβρίαν·
παράπλους δὲ ταύτης ἐστὶν ἡμέρας μιᾶς.
Εἶλτα μετὰ ταύτην ἡ Λοκρὶς καλουμένη,
ἐν ᾗ πόλις Ναύπακτος· εἶθ᾿ ὑποκείμενος
λιμὴν μέγας πόλις τε Τολοφών. Μετὰ δὲ τήν
Τολοφῶνα ποταμός ἐσθ᾿ Ὕλαιθος λεγόμενος·
τοῦτον δὲ ῥεῖν λέγουσιν ἐξ Αἰτωλίας.
Ὁ πᾶς δὲ παράπλους οὐδʼ ὅλης ἔσθ᾿ ἡμέρας.
Οὗτοι κατοικοῦσιν δὲ πρὸς μεσημβρίαν
Αἰτωλίας, Λέλεγες τὸ πρὶν κεκλημένοι.
Ἔπειτα Φωκεῖς εἰσι Λοκρῶν ἐχόμενοι,
παῤ οἷς πεδίον Κρισαῖον. Ἀπὸ Κίρρας δʼ ἄνω
προβάντι Δελφῶν πόλις ὕπεστι χἱερόν,
ἐν τὸ μαντεῖον, ὅ τε Παρνασός, μέγα
καὶ σύσκιον ὄρος, εἶτα νυμφῶν ἐχόμενον
Κωρύκιον ἄντρον· εἶτεν Ἀντικύρα πόλις
ποταμός τε Κηφισὸς ῥέων ἐκ Φωκίδος.
Παράπλους δὲ ταύτης ἡμέρας ἔσθʼ οὐχ ὅλης.
ἐν τῇ μεσογείᾳ δʼ ἐστὶ Κυπάρισσος πόλις
Κρῖσά τε, μετʼ αὐτὴν Δαυλίς. Ἡ Βοιωτία
χώρα δὲ μετὰ Φωκεῖς ὑπόκειται, κειμένη
τῆς Φωκίδος χώρας πρὸς ἕω· κἄστιν δύο
ἐπίσημ᾿ ὄρη, τὸ μὲν Ἑλικὼν καλούμενον,
ἕτερον Κιθαιρών. Εἶτεν Ὠρωπὸς πόλις,
καὶ τῆς θαλάττης ἀπέχον ἱερὸν οὐ πολύ
ἔστʼ Ἀμφιαράου καὶ νεὼς καὶ τὸ τέμενος,
Αὐλίς τε Βοιωτῶν πόλις, πρὸς ᾗ λιμήν
κἀρτέμιδος ἱερὸν ἅγιον, ὃ λέγεται κτίσαι
Ἀγαμέμνονʼ, εἶτεν Ἐρέσιον καλούμενον
ἀκρότατον, εἶτ᾿ Εὔριιπος. Ἀνθηδὼν δʼ ἔχει
Ἀνθηδόνιον τὸν λιμένα· καὶ μετʼ οὐ πολύ
Τάναγρα. Κεῖται δʼ ἐν μεσογεία πάνυ καλή
πόλις, μεγάλαι Θῆβαι, σταδίων τὸ περίμετρον
ἔχουσα τετταράκοντα καὶ προσέτι τριῶν,
Κῶπαι πόλις κὠρχομενός· εἶτα μετʼ οὐ πολύ
πόλις Λεβάδεια χἱερὸν Τροφωνίου,
ὅπου τὸ μαντεῖον λέγουσι γεγονέναι.