Ancient Greek
Section 2
Dionysius Calliphontis, Dionysii Calliphontis filii Descriptio Graeciae 2
Not analysed yet
Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη
νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος
δισχιλίων καὶ πεντακοσίων που σχεδόν
σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη,
στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη
ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν
Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ
ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα
αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν
εἶναι Φαλάσαρνα κειμένην πρὸς ἥλιον
δύνοντα, κλειστὸν λιμένʼ ἔχουσαν χἱερόν
Ἀρτέμιδος ἅγιον, καὶ καλεῖσθαι τὴν θεόν
Δίκτυνναν· εἶτεν Ἀπτεραίαν λεγομένην
ἐν τῆ μεσογείᾳ· κᾆτα Κνωσσὸν ἐχομένην
καὶ πρὸς νότον Γόρτυναν· ἄλλαι τʼ εἰσὶν ἐν
Κρήτῃ πόλεις, ἅς ἐστιν ἐργῶδες φράσαι.
Ποταμοὺς δʼ ἔχει Ληθαῖον, εἶτα λεγομένους
Διδύμους, ἔπειτα Μαινόμενον, εἴτ’ ἐχόμενον
Κεδρισὸν Ἀμφιμέλαν τε καὶ Μεσσάπολιν,
ὄρος τε Δικτυνναῖον ἐπὶ δυσμὰς φέρον.
Τὰς δὲ Κυκλάδας νήσους ὁρῶμεν κειμένας
ὑπὲρ Γεραιστοῦ, πρὸς δὲ τὴν μεσημβρίαν
οὔσας μὲν Εὐβοίας, περιεχούσας δὲ τό
πέλαγος τὸ Μυρτῷον λεγόμενον, ἔτι δὲ καί
τῆς Ἀττικῆς χώρας μετεχούσας παντελῶς.
Ἐγγὺς Κέως πρώτη τετράπολις Σουνίου
νῆσος ὑπόκειται καὶ λιμήν· ἔχεται Κύθνος
νῆσος πόλις τ᾿, εἶτιν Σέριφος καὶ λιμήν,
ἔπειτα Σίφνος καὶ Κίμωλος ἐχομένη . . .
ἔχουσα λιμένας δύο· μετʼ αὐτὴν δʼ ἐστὶν ἡ
Δῆλος ἱερὰ νῆσος λεγομένη, καὶ λιμήν
νεώς τε τἀπόλλωνος, εἶτεν ἐχομένη
Μύκονος· μετὰ ταύτην Τῆνός ἐστι καὶ λιμήν,
Ἄνδρος τε νῆσος καὶ κατὰ Γέραιστον λιμήν.
Αὗται μέν εἰσι Κυκλάδες, ἕτεραι λεγόμεναι
Σποράδες, ἐκ αἷσι Μῆλοε, εἶτεν οὐ πολύ
ἀπέχουσα Θήρα νῆσος, εἶτεν οὐ πολύ
Ἴος, εἶτα Νάξος· μετὰ δὲ ταύτην πελαγία
Σκῦρος· κατʼ Εὔβοιαν δʼ ὁρῶμεν κειμένην
αὐτήν· ἀπὸ ταύτης ἐστὶν ἀπέχουσʼ οὐ πολύ
νῆσος Πεπάρηθος ἡ τρίπολις καλουμένη