Ancient Greek
1
Dionysius Comic., Fragmenta 1
Unproofread scanNot analysed yet
ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς, ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ ἀεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν· ἂν μὲν γὰρ ἔν τις τοῦτ’ ἐπιβλέψῃ μόνον τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προΐδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιὸς δ’ ἐστί που· οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο· πολὺ διήλλαχεν· στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἂν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ