Ancient Greek
5
Dionysius Comic., Fragmenta 5
Unproofread scanNot analysed yet
ὅσα δ’ ἐστὶν εἴδη Θηρικλείων τῶν καλῶν, γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά. B. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει. Athenaeus 11, 467d Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου (τοῦ δεινοῦ) λέγων οὕτως κτλ. 11, 497c Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη ὡς προεῖπον. 1. δὲ A. 2. γύναι| κοτύλαι Mein. fortasse κύμβαι. Athen. 483a κύμβη· Φιλήμων ἐν ταῖς Ἀττικαῖς φωναῖς κύλικος εἶδος. 3. μετρήτην A.