Ancient Greek · ~2 min
1 to 2
DIONYSIUS MILESIUS, Fragmenta 1-2
Not analysed yet
Φασὶ γὰρ ὅτι Φοίνικες μὲν εὗρον τὰ στοιχεῖα, Κάδμος δὲ ἤγαγεν αὐτὰ εἰς τὴν Ἑλλάδα. Πυθόδωρος δὲ (ὡς) ἐν τῷ Περὶ στοιχείων, καὶ Φίλλις ὁ Δήλιος ἐν τῷ Περὶ χορῶν πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά φασιν. Ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς, Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ παρατίθεται. Αἶμον τὸ ὄρος οὐδετέρως Ἑκαταῖος διὰ παντὸς καὶ Διονύσιος καὶ Ἑλλάνικος καὶ Εὔδοξος.