Ancient Greek
Μέθοδος γενεθλιακῶν
Dionysius of Halicarnassus, Ars Rhetorica 1-3
Not analysed yet
Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημα|ινόμενον· εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ’ ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ λίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.