Ancient Greek
Προτρεπτικὸς ἀθληταῖς
Dionysius of Halicarnassus, Ars Rhetorica 1-7
Not analysed yet
Ἀκόλουθος ἂν εἴη καί, ὡς 〈ἂν〉 εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ’ εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος. Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν |γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον.