Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 14.1
Not analysed yet
ὁ δὲ Νέστωρ διαδεξάμενος τὸν λόγον παρὰ τοῦ Διομήδους τί ποιεῖ, θεασώμεθα καὶ τῶν λόγων τὴν τέχνην ἐξετάσωμεν, πρότερον τὴν ἀτοπίαν, ἂν ἁπλῶς ᾖ λεγόμενος ὁ λόγος, καταμαθόντες. ἐπαινεῖ μὲν γὰρ τὸν Διομήδην τῶν εἰρημένων, ἐπαινέσας δὲ οὔ φησι πάντα ἐκτελέσαι τὸν λόγον καὶ τοῦ μὴ ἐκτελέσαι τὰ ῥητέα τὴν ἡλικίαν αἰτιᾶται. ὑπισχνεῖται δὲ αὐτὸς ἐρεῖν καὶ πάντα διεξελεύσεσθαι· εἶτα μακρὰ προοιμιασάμενος καὶ ἐπανατεινάμενος λόγους τινὰς θαυμαστοὺς ὡς ἐρῶν, τοὺς μὲν φύλακας ἐκπέμπει ἐπὶ τὴν φυλακήν, τῷ δὲ Ἀγαμέμνονι συμβουλεύει δαῖτα παρασκευάζειν τοῖς γέρουσι, κἀκεῖ φησὶν πολλῶν λεγόντων τὰ παρὰ τοῦ ἄριστα λέγοντος αἱρήσεσθαι τὸν Ἀγαμέμνονα. ταῦτα οὑτωσὶ μὲν ἀκοῦσαι ἄτοπά ἐστιν. ἀλλ’ εἰδέναι χρή, ὅτι 〈ὁ〉 Νέστωρ καὶ αὐτὸς σχηματίζει, καὶ δέχεται μὲν τὰ παρὰ τοῦ Διομήδους εἰρημένα, οὐχ ᾗ γνώμῃ 〈δὲ ὁ〉 Διομήδης εἶπεν, ἀλλ’ ὡς αὐτῷ συμφέρει πρὸς τὸν λόγον. ὁ γὰρ Διομήδης χαριζόμενος τῷ Ἀγαμέμνονι ἐπέπληξεν αὐτῷ· ὃ δὲ ἐπῄνεσεν αὐτοῦ τὴν παρρησίαν, ὡς καλῶς αὐτὸν λοιδορησά|μενον τῷ Ἀγαμέμνονι. τί οὖν τοῦτο βούλεται; παρασκευάσαι βούλεται τὸν Ἀγαμέμνονα ἱκετεῦσαι τὸν Ἀχιλλέα, καὶ διὰ τοῦτο ἀποδέχεται τοῦ νεανίσκου τὴν εἰς τὸν βασιλέα παρρησίαν. ἀτὰρ οὐ τέλος ἵκεο μύθων φησίν, ἦ μὴν καὶ νέος ἐσσί. . . ,ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας. . . . ἀλλ’ ἄγ’ ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα διίξομαι. τήρει καὶ τὰ ὀνόματα· τὸ γὰρ ἐξείπω ὥςπερ ἀπορρήτου λόγου ἐξαγόρευσιν ἔχει. οὐδε κε τίς μοι μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων. εἶτα πάλιν ἐπάγει τὸ σχῆμα ὡς διὰ κοινοῦ δόγματος καθαπτόμενος τοῦ Ἀγαμέμνονος· |ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. εἶτα δείξας τῷ Ἀγαμέμνονι τὴν ὁρμὴν τοῦ λόγου τὸ μὲν ἀποκαλύπτειν τὸν λόγον καὶ σαφῶς ἐλέγχειν αὐτὸν παρίησιν, ἀποπέμπεται δὲ τοὺς νεωτέρους, ὡς ἂν μὴ αἰσχύνοιτο ὁ Ἀγαμέμνων ἐκείνων ἀκουόντων ἐλεγχόμενος· ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ, δόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. εἶτα ἀποπέμψας τοὺς νέους ἰδίαν σύνοδον πρὸς τὴν παρρησίαν αὑτῷ μηχανᾶται ἐπιφέρων· κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα, Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι· δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. . . . πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. |εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε; καὶ ἐπάγει τὴν ἀνάγκην τῆς ἱκετείας, ὡς οὐ δι’ ἀναβολῆς δέον αὐτὴν ἀλλ’ ἤδη γενέσθαι· νὺξ δ’ 〈ἥδ’〉 ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. ταῦτα εἰπὼν ἐν κοινῷ, ἐπειδὴ καθ’ αὑτοὺς οἱ γέροντες γίνονται, ὥςπερ ἀποδείξας καὶ οὐ δεόμενος μακρῶν λόγων ἀποκαλύπτει τὸ σχῆμα φανερῶς λέγων· οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει, οἷον ἐγ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην |χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας, οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας. εἶτα ἐπάγει· ἀλλ’ ἔτι καὶ νῦν φρασσώμεσθ’, ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν. καὶ πείθεται τούτοις ὁ Ἀγαμέμνων. οὗτός σοι ὁ τρόπος τοῦ καὶ ὡς ἀναβαλλόμενον ἐρεῖν ἤδη λέγειν τὸν ἐσχηματισμένον λόγον.