Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 15
Not analysed yet
Ἐπανέλθωμεν δὲ ἐπὶ τὸν ὑπόλοιπον λόγον τὸν περὶ τῶν τὰ ἐναντία λεγόντων καὶ τὰ ἐναντία βουλομένων οἷς λέγουσιν. τούτου τοίνυν τοῦ λόγου παράδειγμα ὁ τοῦ Ὁμηροῦ ἐστὶν Ἀγαμέμνων, ἐν τῇ ἀποπείρᾳ τῶν Ἑλλήνων |τὸ εἶδος τῶν λόγων ἡμῖν παραδιδούς. καὶ πρῶτον μὲν προτείνας τὴν ὑπόθεσιν ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἥ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν ἐπάγει τὴν τέχνην ἐν τῇ δημηγορίᾳ ἀσθενεῖς προτάσεις προτείνων καὶ λαβὰς ἀντιλογίας διδοὺς τῷ βουλομένῳ ἐναντιοῦσθαι καὶ στρεφόμενα λέγων. ἴδωμεν δὲ αὐτὰ τὰ ἔπη· Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι. ἔχοι τις ἂν ἀντειπεῖν πρὸς τὸν Ἀγαμέμνονα· εἰ τοίνυν ὑπέ|σχετο καὶ κατένευσεν, ὅ πέρ ἐστιν μέγιστον σημεῖον τοῦ ἀψευδεῖν τὸν Δία, ὡς αὐτὸς ὁ Ζεὺς ὁ Ὁμήρου λέγει· εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω· εἰ τοίνυν ὁ Ζεὺς ὑπέσχετό σοι καὶ κατένευσεν, πῶς ἀξιοῖς ἀποπλεῖν; εἶτα πάλιν ἐπάγει νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. πάλιν ἀντιλαβὴν διδοὺς ἐν τῷ δυσκλέα· δικαίως γὰρ ἄν τις ἀντείποι πρὸς αὐτόν, ὅτι οὐ χρὴ αἰσχρῶς ἀπαλλάττεσθαι. εἶτα ἑξῆς λέγει οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι· 〈τήρει〉 τὴν φωνὴν αὐτήν, ὅτι στοχασμὸν ἔχει, οὐκ ἀπόφασιν σαφῆ. εἶτα ἐφεξῆς |ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδ’ ἔτι καὶ λύσει· πάλιν εἴποι τις ἂν πρὸς αὐτόν· εἰ τοίνυν κατέλυσε πόλεις 〈πολλὰς〉 καὶ καταλύσει, πιστευτέον τῷ Διὶ καὶ μενετέον. τὸ δὲ ἐφεξῆς θαυμασίως στρεφόμενόν ἐστιν, ᾧ χρῆται καὶ ὁ ἀντιλέγων, αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι. αὐτὸ γὰρ τοῦτο τὸ αἰσχρὸν ὁ μένειν ἀξιῶν προτείνει, καὶ ταῦτα αὐτὰ ’Οδυσσεὺς λέγει. τὸ δὲ τέλος τῶν λόγων ἰσχυρῶς ἐναντία βουλομένουυ ἐστὶν οἷς λέγει ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες, φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. τὸ γὰρ αἰσχρὸν τοῦ ὀνόματος κατέχει μᾶλλον ἢ ἀποπέμπει τοὺς Ἕλληνας. τούτῳ γέ τοι τῷ ὀνόματι καὶ ἡ Ἥρα πρὸς τὴν Ἀθηνᾶν χρῆται, τούτῳ ἡ Ἀθηνᾶ πρὸς τὸν δυσσέα, τούτῳ δυσσεὺς πρὸς τὸ πλῆθος, καὶ ὁ Ἀγαμέμνων δὲ πρὸς τὸν Ἀχιλλέα τούτῳ κέχρηται, καὶ ὅλως Ὅμηρος πανταχοῦ τὸ τῆς φυγῆς ὄνομα ἐπ’ αἰσχροῦ καὶ δειλίας τάττει. οὕτω μὲν δὴ καὶ ἐνδόσιμα καὶ εὐδιάλυτα προτείνει, καὶ στρεφόμενα καὶ ἐναντία λέγει.