Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 16-2
Not analysed yet
φαίη τις ἂν ἐκ περιουσίας ταῦτα λέγεσθαι· ἀλλὰ τοὺς πλείστους τῶν λόγων ἐπ’ αὐτοῖς ἀναλίσκουσιν. ἔπειτα εἰδέναι δεῖ καὶ περὶ τῶν ἐκ περιουσίας κεφαλαίων, ὅτι τότε λεκτέα ἐστίν, ὅταν χρήσιμον 〈ᾖ〉 καὶ μὴ πολὺ μᾶλλον βλάπτῃ. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν πατρὶ ἀποκηρύττοντι ἀντιλέγειν· τοῦτο πάντων γελοιότατον τὸ ἥκοντα εἰς δικαστήριον κατηγορήσοντα παιδὸς φάναι μὴ δεῖν ἀπολογεῖσθαι. μέγιστον δὲ καὶ ἀλογώτατον ἐκεῖνο τὸ μὴ δεῖν ἐξ εἰκότων κατηγορεῖν· τοῦτο γὰρ παντάπασιν στοχασμὸν ἀναιρεῖ, ὅ περ μέγιστον δικανικῆς ἰδέας μέρος· αἱ γὰρ πλεῖσται δίκαι ἐκ τῶν εἰκότων κρίνονται. ταῦτα καὶ ἄλλα τοιαῦτα κεφάλαια ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς εἰθισμένα ἀγωνίζεσθαι φευκτέα, εἰ μέλλει τις πρὸς ἀλήθειαν ῥητορεύειν. |