Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 19
Not analysed yet
Ταῦτα καὶ ὅσα ἐκ τούτων ἤρτηται τηρῶμεν ἐν ταῖς μελέταις πλημμελήματα. Ἔτι δὲ καὶ τὴν παλαιότητα μὴ ἐν τῇ θέσει τῶν βυβλίων νομίζωμεν εἶναι, ἀλλ’ ἐν τῇ χρήσει τῆς ὁμοιότητος. μίμησις γὰρ οὐ χρῆσίς ἐστι τῶν διανοημάτων, ἀλλ’ ἡ ὁμοία τῶν παλαιῶν ἔντεχνος μεταχείρισις. καὶ μιμεῖται τὸν Δημοσθένην οὐχ ὁ τὸ 〈Δημοσθένους λέγων ἀλλ’ ὁ〉 Δημοσθενικῶς, καὶ τὸν Πλάτωνα ὁμοίως καὶ τὸν Ὅμηρον. καὶ πᾶσα μίμησις ὧδε ἔχει· τέχνης ζῆλος ἐκμάττων ἐνθυμημάτων ὁμοιότητα. μακρότερος ὁ περὶ μιμήσεως λόγος, ὃν ἀλλαχῇ μεταχειριούμεθα. τὸ δὲ νῦν ἔχον τηρητέον τὰ ἐν μελέτῃ πλημμελήματα ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν |λέξει, κατὰ πάντα μέρη τῆς ὑποθέσεως, κατὰ προοίμιον, διηγήσεις, πίστεις, ἐπιλόγους. ταῦτα περὶ τὰ φανερώτατα· πλείω δὲ τὰ ὑπολειπόμενα, 〈ἃ〉 δείξουσιν αἱ συνουσίαι.