Ancient Greek
Μέθοδος ἐπιταφίων.
Dionysius of Halicarnassus, Ars Rhetorica 5-5
Not analysed yet
Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ· ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· μία γὰρ καὶ ἡ αὐτὴ οἶμος κατὰ τὸν Αἰσχύλον εἰς Ἁιδου φέρουσα· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὣν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥςπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμε|νος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνετων μετρήθῇ αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς 〈ταῖς〉 παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι λιπαρὸν γῆρας κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ. |