Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 5-8
Not analysed yet
Ἀτεχνία δὲ ἐν μελέταις αὕτη· πρώτη μὲν γυμνὴ τῶν κεφαλαίων πρότασις πανταχοῦ τῷ μὴ ἐπίστασθαι μήτε προδιοικεῖσθαι, ὃ πέρ ἐστι προσυστῆσαι ἢ προ- διαβαλεῖν, μήτε τὰς τῶν προτάσεων μεθόδους· αἳ |ἐπὶ τριῶν σχημάτων ἀγωνίζονται· ἢ ὡς εἰδότος τοῦ λέγοντος τὰ μέλλοντα λεχθήσεσθαι ὑπὸ τοῦ ἀντιδίκου· οἶδ τοίνυν, ὅτι ἐρεῖ καὶ ἀλλὰ νὴ Δία ἐρεῖ· ἢ ὡς πυθομένου· πέπυσμαι τοίνυν αὐτὸν ἐρεῖν, ἀπήγγειλεν τοίνυν τίς μοι· ἢ ὡς στοχαζομένου. ὧν ἑκάστη τῶν προτάσεων κατὰ λόγον τέχνης προτείνεται. ὁ δὲ λόγος τῆς τέχνης οὗτος· περὶ ὧν θαρροῦμεν λύσειν, ἐροῦμεν εἰδέναι ἐροῦντα τὸν ἀντίδικον· περὶ ὧν ἀμφιβόλως ἔχομεν καὶ μέσως, εἰκάζειν προσποιησόμεθα· ἃ δὲ ἰσχυρὰ ὄντα τῷ ἀντιδίκῳ ἴσμεν, ταῦτα ἀκηκοέναι φήσομεν, ἵνα μὴ δοκῶμεν συνειδέναι τὰ ἰσχυρὰ τοῖς ἐναντίοις.