Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 5.1
Not analysed yet
Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν ἀπορίαν· Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Αχαιῶν. πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας ὀργιζομένους ἐπ’ Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ ταγεύοντος· ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομέν υἷας Ἀχαιῶν καὶ τὸ πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἢ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω. καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι’ ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. |ὥςπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ’ ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ’ εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. . καὶ οἱ τὰ δῶρα 〈τὰ〉 παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον· |ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι· εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι· πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι. ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει. ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ σχετλιασμοῦ ἤρξατο· Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος. ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης 〈ἐξιστάμενος〉 καὶ ἀσύμφωνα αὑτῷ λέγων. · πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.