Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 4.1
Not analysed yet
Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν Ἀχιλλέα, ἄλογος εἶναι δοκῶν, ἂν μή τις τὸ σχῆμα γνῷ. παραμυθουμένη γὰρ τὸν υἱὸν ἐπὶ τῷ Πατρόκλου θανάτῳ λέγει ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθαι. |τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρός; ἀλλὰ ὡς μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν, ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν’ οὖν μὴ ὀνειδίζοι τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἐλλήνων τῶν ἀριστέων, τὸ δεύτερον κελεύων φεύγειν· Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι, ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· |ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥςτε νέεσθαι, ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί, εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ· προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς. νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη ἐπειδὴ ἠρίστευσεν, θαρρεῖ, τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ. ἀλλ’ εἰδέναι χρή, ὅτι αὗται αἱ λοιδορίαι πρὸς Ἀγαμέμνονα χρυσὸς ἦν τῷ Ἀγαμέμνονι. ἐν γὰρ σχήματι τοῦ ἀγανακτεῖν πρὸς αὐτὸν συναγορεύει· καὶ βουλόμενος παραινέσαι τοῖς ἀριστεῦσι μένειν καὶ μὴ ἀπαλλἀττεσθαι οὐκ ἐν σχήματι παραινέσεως διαλέγεται ἀλλ’ ἐν ὀργῆς τἦς πρὸς τὸν Ἀγαμέμνονα σχἠματι κατετόλμησεν τοιαύτην γνώμην καταθέσθαι εἰς μέσον. ἤδε γὰρ ἡ λοιδορία ἐπὶ τοῦτο ἔρχεται· δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; |ἃ γὰρ ἔδει συμβουλεύοντα πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας· προτείνεται γάρ. εἶθ’ ἡ ἐπίτασις τοῦ σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν. οὐ γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ’ ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος, μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα λέγοντα ἄλλα διοικεῖν.