Ancient Greek
Προτρεπτικὸς ἀθληταῖς
Dionysius of Halicarnassus, Ars Rhetorica 7-4
Not analysed yet
Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον |καὶ τῶν ἀρχαίων μνημονεύειν καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν, οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.