Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 9.1
Not analysed yet
Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων ὧδε· διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, |οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι. ποιεῖ δὲ τοῦτο ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται. χρώμενος οὖν τῷ τῆς |παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ’ αὐτά, καὶ τρόπων ἐξ ὧν μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι [δεῖν] αὐτά, καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν. ταῦτα μὲν ἐπ’ ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας καὶ κεράσας ἐπάγει λέγων· καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν |ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ τὴν εὐλογίαν ἃμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. τὸ γὰρ ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ **κεφάλαιον ἐγκωμίου. τὸ δὲ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ διδασκαλίαν ποιούμενος μὴ περὶ σου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ δὲ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς τοῦ ἐγκωμίου δείκνυσι τὴν ἰσχυν· τὴν δὲ κρᾶσιν αὐτῶν το ἃμα δηλοϊ. ταῦτά σοι καὶ παρὰ Θουκυδίδου.