Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 10
Not analysed yet
Ἀλλὰ καὶ ὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον περαίνει, ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. κἀκεῖ δὲ τὸ σχῆμα διπλοῦν, τὸ μὲν αὐτοῦ τοῦ ποιητοῦ, τὸ δὲ τοῦ ὑποκειμένου προσώπου τῆς Μελανίππης. |συγγέγονεν Ἀναξαγόρᾳ ὁ Εὐριπίδης· δόγμα δὲ ἦν Ἀναξαγόρου τὸ ὁμοῦ πάντα χρήματα. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών, ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν, ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ Μελανίππη Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα. ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὖτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία ἐξέθηκε εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως |τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως σχήματι φιλοσοφοῦσα.