Ancient Greek · ~2 min
Section 21
Dionysius of Halicarnassus, De compositione verborum (epitome) 21
Not analysed yet
Διαφοραὶ δὲ συνθέσεως εἰδικαὶ μὲν σφόδρα πολλαὶ καὶ εἰς σύνοψιν ἐλθεῖν οὐ δυνάμεναι· οὐ γὰρ ὁμοίως τὰ αὐτὰ ὀνόματα συντίθεμεν ἄπαντες. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς μόνας τρεῖς εἶναι πείθομαι, ἃς οὐκ ἔχων ὀνομάζειν μεταφορικοῖς ὀνόμασι καλῶ, τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυρὰν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον εἴ τε κατὰ στέρησιν τῶν ἄκρων εἴ τε κατὰ μῖξιν εἴ τε κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων.