Ancient Greek
Chapter 42
Dionysius of Halicarnassus, De Demosthenis dictione 42
Not analysed yet
ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα 42 τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν᾿, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ μοι ταῦτα |λέγων· ‘ἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ⟨ἡ⟩ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ἄκρων.’ τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾗ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχη τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.