Ancient Greek
Chapter 49
Dionysius of Halicarnassus, De Demosthenis dictione 49
Not analysed yet
ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε 49 καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἣ ταῦτʼ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.