Ancient Greek
Fragment 31, Section 5
Dionysius of Halicarnassus, De imitatione (fragmenta) 31.5.2
Not analysed yet
Ὁ δὲ Ἰσοκρατικὸς κομψεύεται μέν, ἀλλὰ μετὰ σεμνότητος, καὶ πανηγυρικώτερός ἐστι μᾶλλον ἢ δικανικώτερος. ἔχει δὲ τὸν κόσμον μετὰ ἐναργείας, καὶ πομπικός ἐστι πέρα τοῦ ἀνυστικοῦ καὶ χρησίμου· οὐ μὴν ἀγωνιστικός, περιγράφων δὲ τὴν ἀπαγγελίαν ταῖς περιόδοις, καὶ ὅλως σεμνότητα σωφρονίζων λιτότητι, τὸ δὲ λιτὸν ἐξαίρων **καὶ αὐτοῦ μάλιστα ζηλωτέον τήν τε τῶν ὀνομάτων ἐκλογὴν καὶ συνέχειαν καὶ τὸ τῆς ὅλης ἰδέας ἐπιδεικτικόν.