Ancient Greek
31.5.3 to 31.5.5
Dionysius of Halicarnassus, De imitatione (fragmenta) 31.5.3-5
Not analysed yet
Ὁ δὲ Λυκούργειός ἐστι διὰ παντὸς αὐξητικὸς καὶ διηρμένος καὶ σεμνός, καὶ ὅλως κατηγορικὸς καὶ φιλαλήθης καὶ παρρησιαστικός· οὐ μὴν ἀστεῖος οὐδὲ ἡδύς, ἀλλὰ ἀναγκαῖος. τούτου χρὴ ζηλοῦν μάλιστα τὰς δεινώσεις. Ὁ δὲ Δημοσθενικὸς εὔτονος τῇ φράσει 〈καὶ〉 κε|κραμένος τοῖς ἤθεσι καὶ λέξεων ἐκλογῇ κεκοσμημένος καὶ χρώμενος τάξει τῇ κατὰ τὸ συμφέρον καὶ μετὰ τοῦ σεμνοῦ τὴν χάριν ἔχων καὶ συνεχής· οἷς μάλιστα δικασταὶ κατέχονται. Ὁ δὲ Αἰσχίνειος ἀτονώτερος μὲν τοῦ Δημοσθενικοῦ, ἐν δὲ τῇ τῶν λέξεων ἐκλογῇ πομπικὸς ἅμα καὶ δεινός· καὶ οὐ πάνυ μὲν ἔντεχνος, τῇ δὲ παρὰ τῆς φύσεως εὐχερείᾳ κεχορηγημένος· καὶ σφόδρα ἐνεργὴς καὶ βαρὺς καὶ αὐξητικὸς καὶ πικρός, καὶ ἡδὺς μὲν αὐτόθεν ἐντυχόντι, σφοδρὸς δὲ ἐξετασθείς.