Ancient Greek · ~2 min
Section 13
Dionysius of Halicarnassus, Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον 13
Not analysed yet
ὅταν δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος τὴν ἀποστροφὴν ποιῆται ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν νόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν λόγον· τῶν δὲ Συρακοσίων ὁ δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν· προσθεὶς γὰρ ἑνικὸν ὄνομα τὸν δῆμον ἀπέστρεψεν ἀπὸ τούτου τὸν λόγον ἐπὶ τὸ σημαινόμενον πρᾶγμα πληθυντικὸν ὑπάρχον, τοὺς Συρακοσίους. καὶ αὖθις Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν σύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος ἐπενόει τὴν γῆν ἀναδάσασθαι· ἀπὸ γὰρ τοῦ πληθυντικοῦ ὀνόματος τοῦ Λεοντῖνοι ἀπέστρεψεν τὸν λόγον ἐπὶ τὸ ἑνικὸν ὄνομα τὸν δῆμον.