Ancient Greek · ~2 min
3.7 to 3.8
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 3.7-8
Not analysed yet
καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλʼ ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν. δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος· ἄρχεταί τε ἀφʼ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν τῶν βαρβάρων κόλασιν καὶ τιμωρίαν λήγει.