Ancient Greek · ~4 min
Chapter 3
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 3.9
Not analysed yet
ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφʼ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλʼ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλʼ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτʼ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο.