Ancient Greek · ~3 min
1.24.2 to 1.24.3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.24.2-3
Not analysed yet
τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν. ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως. καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τὸ πρῶτον ἐταράχθησαν· ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος διʼ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλʼ ὥσπερ εἰκὸς οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν.