Ancient Greek
Book 1, Chapter 24
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.24.4
Not analysed yet
πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι ταὐτὸν ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ὁσέτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.