Ancient Greek
Book 1, Chapter 82
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.82.5
Not analysed yet
ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν καὶ φράζει πρὸς τοὺς παρόντας. οἱ δὲ συλλαβόντες τὸν Φαιστύλον ἄγουσιν ἐπʼ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα.