Ancient Greek · ~2 min
Book 1, Chapter 82
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.82.6
Not analysed yet
Ἀμόλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξοι τὰς ἀληθείας ἑκών, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο· ὡς δὲ τοῦτʼ ἔμαθε τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο· διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, Ἄγε δή, φησὶν ὁ βασιλεύς, ἐπειδὴ ταῦτʼ ἀληθεύσας ἔχεις, φράσον ὅπου νῦν ἂν εὑρεθεῖεν. οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἄδοξον βίον ζῆν ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.