Ancient Greek
Book 2, Chapter 2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.2.3
Not analysed yet
ἐτειχίσθη μὲν ς3οὖν ἡ πόλις υπὸ τούτων τῶν ἐθνῶν ἐνιαυτῷ δευτέρῳ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν ἐπὶ τῆς ἑβδόμης ὀλυμπιάδος. οἱ δὲ ἀγαγόντες τὴν ἀποικίαν ἀδελφοὶ δίδυμοι τοῦ βασιλείου γένους ἦσαν· Ῥωμύλος αὐτῶν ὄνομα θατέρῳ, τῷ δʼ ἑτέρῳ Ῥῶμος· τὰ μητρόθεν μὲν ἀπʼ Αἰνείου τε καὶ Δαρδανίδαι, πατρὸς δὲ ἀκρίβειαν μὲν οὐ ῥᾴδιον εἰπεῖν ἐξ ὅτου φύντες, πεπίστευνται δὲ ὑπὸ Ῥωμαίων Ἄρεος υἱοὶ γενέσθαι.