Ancient Greek
Book 2, Chapter 2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.2.4
Not analysed yet
οὐ μέντοι διέμεινάν γε ἀμφότεροι τῆς ἀποικίας ἡγεμόνες ὑπὲρ τῆς ἀρχῆς στασιάσαντες, ἀλλʼ ὁ περιλειφθεὶς αὐτῶν Ῥωμύλος ἀπολομένου θατέρου κατὰ τὴν μάχην οἰκιστὴς γίνεται τῆς πόλεως καὶ τοὔνομα αὐτῇ τῆς ἰδίας κλήσεως ἐπώνυμον τίθεται. ἀριθμὸς δὲ τῶν μετασχόντων αὐτῷ τῆς ἀποικίας ἀπὸ πολλοῦ τοῦ κατʼ ἀρχὰς ἐξαποσταλέντος ὀλίγος ἦν ὁ καταλειφθείς, τρισχίλιοι πεζοὶ καὶ ἱππεῖς τριακόσιοι.