Ancient Greek · ~2 min
Book 2, Chapter 28
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.28.2
Not analysed yet
δύο δὲ μόνα τοῖς ἐλευθέροις ἐπιτηδεύματα κατέλιπε τά τε κατὰ γεωργίαν καὶ τὰ κατὰ πολέμους, ὁρῶν ὅτι γαστρός τε ἄνθρωποι γίνονται διὰ τούτους τοὺς βίους ἐγκρατεῖς ἀφροδισίοις τε ἧττον ἁλίσκονται παρανόμοις πλεονεξίαν τε οὐ τὴν βλάπτουσαν ἀλλήλους διώκουσιν, ἀλλὰ τὴν ἀπὸ τῶν πολεμίων περιποιουμένην τὰς ὠφελείας. ἀτελῆ δὲ τούτων ἑκάτερον ἡγούμενος εἶναι τῶν βίων χωριζόμενον θατέρου καὶ φιλαίτιον οὐχ ἑτέροις μέν τισιν ἀπέδωκεν ἐργάζεσθαι τὴν γῆν, ἑτέροις δὲ τὰ πολεμίων φέρειν τε καὶ ἄγειν ὡς ὁ παρὰ Λακεδαιμονίοις εἶχε νόμος, ἀλλὰ τοὺς αὐτοὺς τόν τε πολεμικὸν καὶ τὸν γεωργικὸν ἔταξε βίον ζῆν·