Ancient Greek · ~2 min
Book 2, Chapter 28
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.28.3
Not analysed yet
εἰ μὲν εἰρήνην ἄγοιεν ἐπὶ τοῖς κατʼ ἀγρὸν ἔργοις ἐθίζων ἅπαντας μένειν, πλὴν εἴ ποτε δεηθεῖεν ἀγορᾶς, τότε δʼ εἰς ἄστυ συνιόντας ἀγοράζειν, ἐνάτην ὁρίζων ἡμέραν ταῖς ἀγοραῖς· ὅτε δὲ πόλεμος καταλάβοι στρατεύεσθαι διδάσκων καὶ μὴ παραχωρεῖν ἑτέροις μήτε τῶν πόνων μήτε τῶν ὠφελειῶν. διῄρει γὰρ αὐτοῖς ἐξ ἴσου γῆν τε ὅσην ἂν ἀφέλοιτο πολεμίους καὶ ἀνδράποδα καὶ χρήματα, καὶ παρεσκεύαζεν ἀγαπητῶς δέχεσθαι τὰς στρατείας.