Ancient Greek · ~2 min
Book 2, Chapter 29
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.29.1
Not analysed yet
τῶν δʼ εἰς ἀλλήλους ἀδικημάτων οὐ χρονίους ἀλλὰ ταχείας ἐποιεῖτο τὰς κρίσεις τὰ μὲν αὐτὸς διαιτῶν, τὰ δʼ ἄλλοις ἐπιτρέπων, καὶ τὰς τιμωρίας αὐτῶν πρὸς τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐποιεῖτο. ἀποτρέπειν τε ἀνθρώπους ἀπὸ παντὸς ἔργου πονηροῦ τὸν φόβον μάλιστα δυνάμενον ὁρῶν πολλὰ εἰς τοῦτο παρεσκευάσατο χωρίον τε, ἐν ᾧ καθεζόμενος ἐδίκαζεν, ἐν τῷ φανερωτάτῳ τῆς ἀγορᾶς καὶ στρατιωτῶν, οἳ παρηκολούθουν αὐτῷ τριακόσιοι τὸν ἀριθμὸν ὄντες, καταπληκτικώτατοι τὴν πρόσοψιν, ῥάβδους τε καὶ πελέκεις ὑπʼ ἀνδρῶν δώδεκα φερομένους, οἷς τοὺς μὲν ἄξια μαστίγων δεδρακότας ἔξαινον ἐν ἀγορᾷ, τῶν δὲ τὰ μέγιστα ἠδικηκότων τοὺς τραχήλους ἀπέκοπτον ἐν τῷ φανερῷ.