Ancient Greek · ~3 min
2.51.1 to 2.51.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.51.1-2
Not analysed yet
ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπʼ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας· τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δʼ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐτραυμάτισαν. ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπʼ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων· δικάζεσθαι δʼ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους.