Ancient Greek · ~2 min
Book 2, Chapter 51
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.51.3
Not analysed yet
οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δʼ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπʼ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ʽἑσπέρα γὰρ αὐτοὺς κατέλαβενʼ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.