Ancient Greek · ~2 min
Book 2, Chapter 56
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.56.5
Not analysed yet
μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές. οἱ δʼ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δʼ αὐτοὺς τῷ φόνῳ καθʼ ὃν χρόνον δηλαδὴ καὶ τὸ σκότος ἐγένετο διασκεδασθέντος ἐκ τῆς ἐκκλησίας τοῦ δήμου καὶ μονωθέντος τῆς φυλακῆς τοῦ ἡγεμόνος. διὰ τοῦτο γοῦν φασι τὴν ἡμέραν ἐν ᾗ τὸ πάθος ἐγένετο τῆς τροπῆς τοῦ πλήθους ἐπώνυμον εἶναι καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὄχλου φυγὴν καλεῖσθαι.