Ancient Greek · ~2 min
Book 2, Chapter 56
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.56.6
Not analysed yet
ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν. ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.