Ancient Greek
Book 2, Chapter 56
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.56.7
Not analysed yet
ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπʼ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς. νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης ὤν, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.