Ancient Greek · ~2 min
Book 2, Chapter 60
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.60.2
Not analysed yet
τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθʼ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.